Перевод: со всех языков на все языки

со всех языков на все языки

ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις

  • 1 ἀλλά

    ἀλλά A not combined with another particle.
    1 following a neg. sentence, clause; clarifying a previous denial

    οὐ χθόνα ταράσσοντες οὐδὲ πόντιον ὕδωρ ἀλλὰ ἄδακρυν νέμονται βίοτον O. 2.65

    κόρος, οὐ δίκᾳ συναντόμενος, ἀλλὰ O. 2.96

    οὐδἔλαθ' Αἴπυτον. ἀλλ ὁ μὲν Πυθῶνάδ ᾤχετ ἰὼν O. 6.37

    ἐκέλευσεν μὴ παρφάμεν, ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι O. 7.67

    οὐκ ἄτερ παίδων σέθεν, ἀλλἅμα O. 8.45

    εὔχομαι μὴ θέμεν, ἀλλ O. 8.87

    οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι ἔργων ἐν οὐρανῷ O. 14.9

    σὐ δύναται νήπιοι κόσμῳ φέρειν ἀλλ' ἀγαθοί P. 3.83

    μή τινα λειμόμενονμένεινἀλλ P. 4.186

    ὃς οὐ ἀφίκετοἀλλ P. 5.30

    κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται P. 5.34

    οὐ θεῶν ἄτερ, ἀλλὰ Μοῖρά τις ἄγεν P. 5.76

    οὔθἐφίλησεν ὁδοὺς οὔτε δείπνων τέρψιας ἀλλ P. 9.20

    τὸ δὲ μόρσιμον οὐ παρφυκτόν ἀλλ' ἔσται χρόνος οὗτος P. 12.30

    οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν, ἀλλ' ἐόντων εὖ τε παθεῖν N. 1.32

    οὐ λαθὼνἭραν ἐγκατέβα, ἀλλὰ θεῶν βασίλεα N. 1.39

    οὐκ ἀνδριαντοποιός εἰμ·ἀλλ' ἐπὶ πάσας ὁλκάδος, γλυκεἶ ἀοιδά, στεῖχ N. 5.2

    εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις ἁπλόαις ζοᾶς ἐφαπτοίμαν N. 8.35

    οὐδὲ Κρονίων στείχειν ἐπώτρυν, ἀλλὰ φείσασθαι κελεύθου N. 9.

    20.

    δένδρεά τοὐκ ἐθέλει πάσαις ἐτέων περόδοις ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον, ἀλλ' ἐναμείβοντι N. 11.42

    σαφὲς οὐχ ἕπεται τέκμαρ· ἀλλ' ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν N. 11.44

    οὐ γὰρ ἦν πενταέθλιον, ἀλλἐφἑκάστῳ ἔργματι κεῖτο τέλος I. 1.26

    οὐδέ ποτε ὑπέστειλἱστίον. ἀλλἐπέρα I. 2.41

    οὐ γὰρ φύσιν ὠαριωνείαν ἔλαχεν· ἀλλ' ὀνοτὸς μὲν ἰδέσθαι I. 4.50

    σφετέρας δ' οὐ φείσατο χέρσιν βαρυφθόγγοιο νευρᾶς Ἡρακλέης· ἀλλ Αἰακίδαν καλέων ἐς πλόον (νῦν ἄρχεται τῶν ἐπὶ μέρους, ἀκριβῶς τὸ ὅλον προεκθείς. Σ.) I. 6.35

    τὸν μὲν οὐδὲ θανόντ' ἀοιδαὶ ἔλιπον, ἀλλά οἱ I. 8.57

    οὕνεκεν οὔ σε παιηόνων ἄδορπον εὐνάξομεν ἀλλ' ἀοιδᾶν ῥόθια δεκομένα κατερεῖς Pae. 6.128

    ἔριν οὐ παλίγλωσσον ἀλλὰ δίκας ὁδοὺς π[ις]τὰς ἐφίλη[ς.]ν Παρθ. 2.. οὐ κό]ρῳ ἀλλ ἀρετᾷ (e Σ supp. Lobel.) fr. 169. 15.
    2 without preceding negative; modifying a previous statement
    a

    ἀλλ' αἶνον ἐπέβα κόρος O. 2.95

    ἀλλ' οὐ καλὰ δένδρἐ ἔθαλλεν χῶρος O. 3.23

    ἀλλά μιν οὐκ εἴασεν O. 7.61

    οὐχ ὑπέμεινεν ὄλβον ἀλλά νιν ὕβρις εἰς ἀυᾴταν ὑπερᾴφανον ὦρσεν P. 2.28

    ἀλλ' οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶν P. 2.89

    ἀλλ' ἐπεὶ P. 3.38

    ἀλλὰ κέρδει καὶ σοφίᾳ δέδεται P. 3.54

    οὐδ' ἀπιθησέ νιν, ἀλλP. 4.36

    οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντ' ἀγλαοί ἀλλ ἅπαν νῶτον καταίθυσσον P. 8.83

    ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θ' ἁμέραις ἱερὸν εὐζοίας ἄωτον. ἀλλἐν ἕκτᾳ P. 4.132

    ἔσομαι τοῖος· ἀλλ' ἤδη P. 4.157

    ἀλλἤδη τελευτὰν κεῖνος αὐταῖς ἡμιθέων πλόος ἄγαγεν P. 4.210

    σκιᾶς ὄναρ ἄνθρωπος. ἀλλ' ὅταν αἴγλα διόσδοτος ἔλθῃ P. 8.96

    ἀλλὰ χρονίῳ σὺν Ἄρει πέφνεν τε ματέρα P. 11.36

    [ ἄτᾳ codd.: ἀλλ coni. Boeckh. P. 11.55]

    ἀλλἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο P. 12.18

    εὗρεν θεός· ἀλλά νιν εὑροῖσ' ἀνδράσι θνατοῖς ἔχειν, ὀνύμασεν κεφαλᾶν πολλᾶν νόμον P. 12.22

    ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν νόον ἤτοι

    φύσιν ἀθανάτοις N. 6.4

    ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν N. 7.44

    ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν N. 10.45

    ἀλλ' οὔ νιν φλάσαν N. 10.68

    ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι ἐξ ἀγαθῶν ἔβαλον N. 11.29

    ἀλλ' ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας I. 1.14

    ἐν ὕπνῳ γὰρ πέσεν·ἀλλ' ἀνεγειρομένα χρῶτα λάμπει I. 4.23

    ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος I. 7.37

    ἀλλ' ἐμοὶ δεῖμα μὲν παροιχόμενον καρτερὰν ἔπαυσε μέριμναν I. 8.11

    ἀλλ' οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες I. 8.30

    (Delos floated on the waves,) ἀλλἁ Κοιογένης ὁπότ' ἐπέβα νιν, δὴ τότε τέσσαρες ἀπώρουσαν κίονες fr. 33d. 3.

    ὄλβον ἐγκατέθηκαν. ἀλλὰ[ ]ἐπέπεσε μοῖρα Pae. 2.63

    ἀλλ' οὔτε ματέῤ ἔπειτα κεδνὰν ἔιδεν οὔτε Pae. 6.105

    ἀλλά μιν Κρόνου παῖδες ἔκρυψαν Pae. 8.72

    σῶμα δ ἐστὶ θνατόν. ἀλλ ᾧτινι μὴ λιπότεκνος σφαλῇ πάμπαν οἶκος, ζώει Παρθ. 1. 16. (a description of those that do not love Theoxenos,) ἀλλἐγὼ τάκομαι fr. 123. 10.
    b where the qualification provides a climax, cf. 3. b. infra.

    ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς Οἰνείδαι κρατεροί, ἐν δὲ Θήβαις, Περσεὺς δ' ἐν Ἄργει, Κάστορος δ αἰχμὰ Πολυδεύκεός τ ἐπ Εὐρώτα ῥεέθροις. ἀλλ ἐν Οἰνώνᾳ I. 5.34

    c simply introducing a new attitude

    ἀλλ' ὥτε παῖς ἐξ ἀλόχου πατρὶ ποθεινὸς O. 10.86

    ἀλλ' ὅτ Αἰήτας ἄροτρον σκίμψατο P. 4.224

    ἀλλεὔχεται P. 4.293

    3 introducing imperative, simm.
    a imperative proper.

    ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου λάμβαν O. 1.17

    ἀλλὦ Κρόνιε παῖ Ῥέας, εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον λοιπῷ γένει O. 2.12

    ἀλλὰ Κρόνου παῖ, Οὐλυμπιονίκαν δέξαι Χαρίτων θ' ἕκατι τόνδε κῶμον (v. l. ἀλλὦ.) O. 4.6

    ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων O. 6.22

    ἀλλ' ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου μεδέων, τίμα μὲν ὕμνου τε-

    θμὸν O. 7.87

    ἀλλ' ὦ Πίσας εὔδενδρον ἐπ Ἀλφεῷ ἄλσος, τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι O. 8.9

    ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων Δία τε φοινικοστερόπαν σεμνόν τ' ἐπίνειμαι ἀκρωτήριον Ἄλιδος O. 9.5

    ὦ Μοῖσ, ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διός, ὀρθᾷ χερὶ ἐρύκετον ψευδέων ἐνιπὰν O. 10.3

    ἀλλ' ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος, μὴ παρίει καλά P. 1.85

    ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας λῦσονP. 4.152

    ἀλλ' ἐπέων γλυκὺν ὕμνον πράσσετε N. 9.3

    ἀλλ' ἀνὰ μὲν βρομίαν φόρμιγγ, ἀνὰ δ αὐλὸν ἐπ αὐτὰν ὄρσομεν ἱππίων ἀέθλων κορυφάν N. 9.8

    ἀλλ' ὅμως εὔχορδον ἔγειρε λύραν N. 10.21

    ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα υἱὸν εἰσιδέτω θανόντI. 8.35
    b where the imperative denotes a climax. cf. 2b supra ἀπὸ Ταυγέτοιο μὲν Σκυρίαι δὲ. ὅπλα δ' ἀπ Ἄργεος, ἅρμα Θηβαῖον, ἀλλ ἀπὸ τᾶς ἀγλαοκάρπου Σικελίας ματεύειν ( ἀλλά om. codd. Athenaei.) fr. 106. 6.
    c where the following sentence has imperative force “ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστε. λευκίππων δὲ δόμους πατέρων φράσσατέ μοι σαφέως.” P. 4.116 cf. I. 8.35
    d introducing a wish, prayer ἀλλὰ σὺν δόξᾳ τέλος δωδεκάμηνον περᾶσαί νιν ἀτρώτῳ κραδίᾳ (Dissen: περάσαι σὺν codd.) N. 11.9

    ἐλαύνεις τι νεώτερον ἢ πάρος; ἀλλά σε πρὸς Διός, ἱπποσόα θοάς, ἱκετεύω, ἀπήμονα εἰς ὄλβον τινὰ τράποιο Pae. 9.7

    4 in various minor uses.
    a introducing statement of intent by poet

    ἀλλἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι O. 8.74

    , cf. P. 4.141 ἀλλὰ πάνδοξον Αἰολάδα σταθυὸν υἱοῦ τε Παγώνδα ὑμνήσω Παρθ. 2. 6.
    b introducing oracular utterance “ ἀλλὰ μιν ποταμῷ σχεδὸν μολόντα φύρσει” (elocutionem oraculi propriam agnovit Blass.) Pae. 2.73
    c following a rhetorical question “ τά κέ τις ἀνώνυμον γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν —; ἀλλ' ἐμοὶ μὲν οὗτος ἄεθλος ὑποκείσεταιO. 1.84

    τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει P. 10.4

    B compounded with other particles.
    1 ἀλλὰ γάρ, ἀλλὰ γάρ.
    a where both particles preserve their original force: yet since ἀλλὰ παρθένοι γὰρ τοῦτον ἔσχετε τεθμόν, κλῦτε νῦν Πα. 6. 53, cf. O. 4.1ff., Wil. on Eur., Her. 138.
    b emphasising a main point in contrast to preceding: yet

    εἰ δὲ δή τινἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ ἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλλὰ γὰρ καταπέψαι μέγαν ὄλβον οὐκ ἐδυνάσθη O. 1.55

    οὔτ' ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλ ἐν κέκρυπτο γὰρ σχοίνῳ O. 6.53

    ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ κώλυεν μεῖναιP. 4.32

    χαλκέῳ τ' Ἄρει ἅδον. ἀλλἁμέρᾳ γὰρ ἐν μιᾷ τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν I. 4.16

    (an enumeration of the glories of Thebes,) ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις (v. Schadew. 268̆{5}) I. 7.16
    c emphasising a maxim, breaking off narrative.

    ἀλλὰ κοινὸν γὰρ ἔρχεται κῦμ' Ἀίδα N. 7.30

    ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ N. 7.52

    d frag. ἀ]λλὰ γὰρ τ[ fr. 60a. 11.
    2 ἀλλά τοι, ἀλλὰ τοι: emphatic, yet

    ἀλλά τοι ἤρατο τῶν ἀπεόντων P. 3.19

    ἀλλ' ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν παρδίδωμN. 10.82

    ἀλλ' Ὅμηρός τοι τετίμακεν δἰἀνθρώπων I. 4.37

    3 ἀλλὰ μέν: opposing what precedes.

    ἀλλ' ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω Ματρὶ P. 3.77

    4 ἀλλ' ἦ. ἀλλ ἦ μακ[ρ]ότερον fr. 6a. e.
    5

    ἀλλὰ γε. ἀλλ' ὅ γε Μέλαμπος οὐκ ἤθελεν Pae. 4.28

    C
    b dub. [ ἀλλὰ καὶ (coni. Hermann: ἅμα codd. contra metr.) O. 1.104] [ ἀλλὰ (codd. contra met.: ἄνα Kayser: ἄγε Maas.) O. 13.114] [ ἢ πόντου κενέωσιν ἀλλὰ πέδον (codd. Dion. Hal. contra metr.: <˘> ἂμ Hermann.) Pae. 9.16]

    Lexicon to Pindar > ἀλλά

  • 2 χάρις

    χᾰρῐς (-ις, -ιν; -ιτες, -ίτων, -ίτεσσιν), - ιςςιν), -ιτας, -ιτες.)
    1
    a splendour, honour, glory of the lustre given by achievement, esp. in games.

    Πίσας τε καὶ Φερενίκου χάρις O. 1.18

    αἰὼν δ' ἔφεπε μόρσιμος πλοῦτον τε καὶ χάριν ἄγων γνησίαις ἐπ ἀρεταῖς O. 2.10

    ὦ Ζεῦ, δίδοι τέ οἱ αἰδοίαν χάριν καὶ ποτ' ἀστῶν καὶ ποτὶ ξείνων O. 7.89

    Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει θαλίας καὶ πόλις O. 7.93

    καὶ Νεμέᾳ γὰρ ὁμῶς ἐρέω ταύταν χάριν O. 8.57

    κατακρύπτει δ' οὐ κόνις συγγόνων κεδνὰν χάριν O. 8.80

    καί νυν ἐπωνυμίαν χάριν νίκας ἀγερώχου κελαδησόμεθα (v. ἐπωνύμιος) O. 10.78

    σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν ἔνδικόν τ' Ἀρκεσίλᾳ P. 5.102

    νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν N. 7.75

    κλειναῖς λτ;τγτ; Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς ταῖς

    λιπαραῖς ἐν Ἀθάναις I. 2.19

    ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις (i. e. ἔργων παλαιῶν) I. 7.17 acc. s. pro prep., for the glory of, for the sake of c. dat., gen.,

    συμποσίου τε χάριν κᾶδός τε τιμάσαις ἑόν O. 7.5

    ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν γᾶς ὀμφαλὸν κελαδήσετ' ἄκρᾳ σὺν ἑσπέρᾳ ἑπταπύλοισι Θήβαις χάριν P. 11.12

    b
    I lustre, glory given by poetry

    τὶν δ' ἁδυεπής τε λύρα γλυκύς τ αὐλὸς ἀναπάσσει χάριν O. 10.94

    σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι τερπνὰν ἐπιστάζων χάριν I. 4.72

    θεὸς ὁ πάντα τεύχων βροτοῖς καὶ χάριν ἀοιδᾷ φυτεύει fr. 141. acc. s. pro prep., c. gen.,

    τὸ Καστόρειον δ' ἐν Αἰολίδεσσι χορδαῖς θέλων ἄθρησον χάριν ἑπτακτύπου φόρμιγγος ἀντόμενος P. 2.70

    σέθεν ἁδυεπὴς ὕμνος ὁρμᾶται θέμεν αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν N. 1.6

    and so, ἀγαυὸν καλάμῳ συνάγεν θρόον μήδεσί τε φρενὸς ὑμετέραν χάριν as a glory for you Pae. 9.37
    II pl., poems, songs ταὶ Διωνύσου πόθεν ἐξέφανεν σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ; O. 13.19 ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος, καὶ τὸν ἀκερσεκόμαν Φοῖβον χορεύων καὶ τὰν ἁλιερκέα Ἰσθμοῦ δειράδ (i. e. songs for both Thebes and Delos) I. 1.6

    χρὴ δὲ κωμάζοντ' ἀγαναῖς χαρίτεσσιν βαστάσαι I. 3.8

    c
    I favour, blessing

    ναυσιφορήτοις δ' ἀνδράσι πρώτα χάρις πομπαῖον ἐλθεῖν οὖρον P. 1.33

    τῷ μὲν διδύμας χάριτας εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τ P. 3.72

    τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες P. 4.275

    γλυκυτάτᾳ γενεᾷ εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών P. 11.58

    οὐδ' ἀμόχθῳ καρδίᾳ παραιτεῖται χάριν (i. e. τὰ Ὀλύμπια νικῆσαι Σ.) N. 10.30 ἐπί τε κλυτὰν πέμπετε χάριν, θεοί benison fr. 75. 2. ὁ [Λοξ]ίας [πρό]φρων ἀθανάταν χάριν Θήβαις ἐπιμείξων Παρθ. 2.. χάριτάς τ' Ἀφροδισίων ἐρώτων fr. 128. 1.
    II goodwill, goodfeeling: gratitude, thanksφίλια δῶρα Κυπρίας ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεταιO. 1.75 ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς in gratitude for their piety O. 8.8

    ὁπᾷ τε κοινὸν λόγον φίλαν τείσομεν ἐς χάριν O. 10.12

    νικῶν Ἴλᾳ φερέτω χάριν Ἁγησίδαμος O. 10.17

    ἀρέομαι πὰρ μὲν Σαλαμῖνος Ἀθαναίων χάριν μισθόν P. 1.76

    ἄγει δὲ χάρις φίλων ποί τινος ἀντὶ ἔργων ὀπιζομένα P. 2.17

    οὐδὲ μολόντων πὰρ ματέρ' ἀμφὶ γέλως γλυκὺς ὦρσεν χάριν P. 8.86

    Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν τόδ' ἔζευξεν ἅρμα Πιερίδων (“dans son zèle pour ma cause,” Puech: cf. Πα. 9. 37) P. 10.64 ἁδεῖα δ' ἔνδον μιν ἔκνιξεν χάρις (ἡδονή Σ.) I. 6.50 acc. s. pro prep., Διὸς δὲ χάριν ἐκ προτέρων μεταμειψάμενοι καμάτων by the grace of Zeus P. 3.95
    d χάριν prep., v. l. a. fin., 1. b. α. fin., 1. c. β. fin.
    e fragg.

    ε]ὐκλέα χάριν Pae. 2.103

    χάριν Πα. 12. a. 11. χ]άριν [ἀμ]φέπων (vix κίθαριν, Snell) fr. 215b. 7. Ποσειδᾶνος χά[ρι]ν ?fr. 345a. 9.
    2 pro pers.,
    a s., Charm, Grace

    Χάρις δ, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς O. 1.30

    οἷς αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν O. 6.76

    ἄλλοτε δ' ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος O. 7.11

    ἐν δ' ἄρα καὶ Τενέδῳ Πειθώ τ ἔναιεν καὶ Χάρις υἱὸν Ἁγησίλα ( χάρισ coni. van Groningen; varie tentabant locum docti, e. g. lacunam post υἱὸν ponentes) fr. 123. 14
    b pl., the Graces, Aglaia, Euphrosyne, Thalia, daughters of Zeus and ?Eurynome, worshipped chiefly at Orchomenos.

    κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων ἄγαγον O. 2.50

    Οὐλυμπιονίκαν δέξαι Χαρίτων θ' ἕκατι τόνδε κῶμον O. 4.9

    ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον O. 9.27

    ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι Χάριτες Ἐρχομενοῦ O. 14.4

    οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς οὔτε δαῖτας O. 14.8

    ἄνευ οἱ Χαρίτων τέκεν γόνον (i. e. ἄχαριν, graceless) P. 2.42

    σὲ δ' ἠύκομοι φλέγοντι Χάριτες P. 5.45

    ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας ἄρουραν ἢ Χαρίτων ἀναπολίζομεν P. 6.2

    ἔπεσε δ' οὐ Χαρίτων ἑκὰς ἁ δικαιόπολις νᾶσος P. 8.21

    σὺν βαθυζώνοισιν ἀγγέλλων Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν P. 9.3

    Χαρίτων κελαδεννᾶν μή με λίποι καθαρὸν φέγγος P. 9.89

    παρὰ καλλιχόρῳ πόλι Χαρίτων Καφισίδος ἐν τεμένει (at Orchomenos) P. 12.26

    ὅ τι κε σὺν Χαρίτων τύχᾳ γλῶσσα φρενὸς ἐξέλοι βαθείας N. 4.7

    φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν N. 5.54

    παρὰ Κασταλίαν τε Χαρίτων ἑσπέριος ὁμάδῳ φλέγεν N. 6.37

    εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν N. 9.54

    Χάριτες, Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε N. 10.1

    Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις N. 10.38

    σὺν Χάρισιν δ' ἔμολον Λάμπωνος υἱοῖς I. 5.21

    τὰν Ψαλυχιαδᾶν δὲ πάτραν Χαρίτων ἄρδοντι καλλίστᾳ δρόσῳ I. 6.63

    χρὴ δ' ἐν ἑπταπύλοισι Θήβαις τραφέντα Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν I. 8.16

    Χάρισι πάσαι[ς fr. 6. e.

    χάριτε[ς Pae. 3.2

    ]Χάρισι Pae. 4.13

    σε, χρυσέα κλυτόμαντι Πυθοῖ, λίσσομαι Χαρίτεσσίν τε καὶ σὺν Ἀφροδίτᾳ με δέξαι Pae. 6.3

    Χαρίτεσσί μοι ἀγχιθ[ Pae. 7.10

    μήλ]ων Χαρίτεσσι μίγδαν [Κύ]νθιον παρὰ κρημνόν Pae. 12.7

    σεμνᾶν Χαρίτων μέλημα τερπνόν (sc. ὦ Πάν: on account of his skill in dancing and piping) fr. 95. 3. Εὐρυνόμα Χάριτ[ας] π[ ]ασσιας ἔτικτεν ( Εὐρυνόμα Blass: ευρυχμα Π: π[αραθαλ]ασσίας coni. Snell) ?fr. 333a. 10. σὺν Χαρίτ[εσσι P. Oxy. 841, fr. 112.

    Lexicon to Pindar > χάρις

  • 3 εὕδω

    εὕδω (εὓδεις, -ει.)
    1 slumberεὕδεις, Αἰολίδα βασιλεῦ;” O. 13.67

    εὕδει δ' ἀνὰ σκάπτῳ Διὸς αἰετός P. 1.6

    met.,

    ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις I. 7.17

    εὕδει δὲ (sc. ἁ ψυχὰ) πρασσόντων μελέων, ἀτὰρ εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις δείκνυσι τερπνῶν ἐφέρποισαν χαλεπῶν τε κρίσιν fr. 131b. 3.

    Lexicon to Pindar > εὕδω

  • 4 παλαιός

    πᾰλαιός (-ός, -οῦ, -όν; -ά, -άν, -αί, -αῖσι: comp. παλαιότεροι, παλαιτέροιςι): superl. παλαιτάτῳ.)
    1 ancient, in ancient times

    φαντὶ δ' ἀνθρώπων παλαιαὶ ῥήσεις O. 7.54

    αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δ' ὕμνων νεωτέρων O. 9.48

    ὁ Βάττου δ' ἕπεται παλαιὸς ὄλβος P. 5.55

    αὖτις ἐγεῖραι καὶ παλαιὰν δόξαν ἑῶν προγόνων (v. l. παλαιῶν) P. 9.105

    παλαιαῖσι δ' ἐν ἀρεταῖς γέγαθε Πηλεὺς ἄναξ N. 3.32

    ἄλσει παλαιτάτῳ N. 7.44

    ἴστε μὰν Κλεωνύμου δόξαν παλαιὰν ἅρμασιν l. 3. 16.

    ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν εὐκλέων ἔργων I. 4.22

    ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις I. 7.16

    ]ι παλαιὸν[..]τοκεῦσιν[ Θρ.. 1. οἷσι δὲ Περσεφόνα ποινὰν παλαιοῦ πένθεος δέξεται fr. 133. 1. comp., pro subs., older men, elders,

    τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις P. 10.58

    ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον ἐν παλαιτέροισι N. 3.73

    καὶ ταῦτα μὲν παλαιότεροι ὁδὸν ἀμαξιτὸν εὗρον N. 6.53

    Lexicon to Pindar > παλαιός

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»